Επισκέψεις στον Πατριάρχη Ιεροσολύμων

11:18 27/8/2026 - Πηγή: dogma

Τό Σάββατον 9ην/22αν Αὐγούστου 2026, ἡμέραν μνήμης τοῦ Ἁγίου Ἀποστόλου Ματθίου καὶ ἐπετείου ἐκλογῆς τῆς Α.Θ.Μ. εἰς τήν καθέδραν τοῦ Πατριαρχείου Ἱεροσολύμων, ὁ Μακαριώτατος Πατήρ ἡμῶν καί Πατριάρχης Ἱεροσολύμων κ.κ. Θεόφιλος ἐδέχθη:

τήν κ. Ἴντι ἐκ τοῦ ποιμνίου τῆς Ρέμλης.καὶ τὴν μοναχὴν Κασσιανὴν ἐκ τῆς Ἱερᾶς Μονῆς Βηθανίας.

Τήν Τρίτην 12ην /25ην Αὐγούστου 2026 ὁ Μακαριώτατος ἐδέχθη:

Τήν μοναχήν Ὄλγαν καί τήν μοναχήν Σαββίναν, Ἡγουμένην τῆς Ἱερᾶς Μονῆς Βηθσφαγῆς.Ἐν συνεχείᾳ ἐδέχθη τόν Ἀρχιμανδρίτην Πορφύριον, Ἡγούμενον τῆς Ἱερᾶς Μονῆς Ἁγίου Γεωργίου Μπετζαλλᾶ.Ὡσαύτως ἐδέχθη ὁμάδα ἑκατόν προσκυνητῶν ὑπό τόν Σεβασμιώτατον Μητροπολίτην Ἄκκρης – Πτολεμαΐδος κ. Μακάριον καί τόν π. Ἠλίαν ἐκ τῆς Κοινότητος Ράμε καί ηὐλόγησε τάς πνευματικάς δραστηριότητας αὐτῶν.

Ἐκ τῆς Ἀρχιγραμματείας

The post Επισκέψεις στον Πατριάρχη Ιεροσολύμων appeared first on Dogma.

Keywords
Τυχαία Θέματα
Επισκέψεις, Πατριάρχη Ιεροσολύμων,episkepseis, patriarchi ierosolymon