ΠΑΝΑΓΙΑ: Διαβάστε τα εγκώμια της Παναγίας – Συγκλονιστικά λόγια

ΠΑΝΑΓΙΑ: Ἡ Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί, ἡ Θεὸν γαστρί σου χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς. Ἀπορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά, τὸ ἐν σοί, παρθενομῆτορ, μυστήριον, τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς. Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς, εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι, ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ. Γέφυρα ὑψούται, ἡ μετάγουσα πρίν, ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον, τοὺς θανόντας παραβάσει τὸν Ἀδάμ. Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί, πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο, τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν. Ἔχαιρον χορείαι, Οὐρανίων Νοῶν, ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι, εἰς οὐράνια σκηνώματα Ἁγνή. Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ, ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας,ἀξιώσαι ἐφροσύνης ἀληθῶς.

Το άρθρο ΠΑΝΑΓΙΑ: Διαβάστε τα εγκώμια της Παναγίας – Συγκλονιστικά λόγια εμφανίστηκε πρώτα στο ΕΚΚΛΗΣΙΑ ONLINE.

Keywords
Τυχαία Θέματα