Η παραβολή των Ταλάντων- Ευαγγελιο Κυριακης

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπος τις ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν·ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν· καὶ ἀπεδήμησεν εὐθέως. Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν, εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. Ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ, καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. Μετὰ δὲ χρόνον πολὺν ἔρχεταιὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν

ἄλλα πέντε τάλαντα λέγων· Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη δὲ αὐτῷ ὁ κύριος αὐτοῦ· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.

Το άρθρο Η παραβολή των Ταλάντων- Ευαγγελιο Κυριακης εμφανίστηκε πρώτα στο ΕΚΚΛΗΣΙΑ ONLINE.

Keywords
Τυχαία Θέματα
Ταλάντων- Ευαγγελιο Κυριακης,talanton- evangelio kyriakis