Η προσευχή του Άνθιμου για να βγει η χώρα από την οικονομική κρίση!

11:16 22/6/2011 - Πηγή: 24wro
Ταράσσει για ακόμη μία φορά τα νερά της εκκλησιαστικής κοινότητας ο Άνθιμος...
Ο μητροπολίτης Θεσσαλονίκης έγραψε μόνος του προσευχή στο Θεό προκειμένου, όπως τόνισε, να διατηρηθεί η ειρήνη στη χώρα μας και να βγει η πατρίδα μας, η Ελλάδα, από την κρίση στην οποία βρίσκεται.

Η προσευχή:
Δέσποτα Κύριε, ὁ ἐν Τριάδι Θεὸς ἡμῶν, Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν, ἡμεῖς, τὰ τέκνα Σου καὶ τῆς ἁγίας Σου Ἐκκλησίας μέλη, ἁμαρτωλοὶ
μέν, ἀλλ’ ἀγωνιζόμενοι διὰ τὸ ἀγαθὸν καὶ μετανοοῦντες ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι καὶ εἰς Σὲ διὰ παντὸς ἐλπίζοντες καὶ εἰς Σὲ τὸν αἰώνιον Θεὸν ἡμῶν καταφεύγοντες.

Πολυεύσπλαγχνε Κύριε ὁ Θεὸς ἡμῶν, μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ἔλεός Σου καὶ διὰ τὸ Ὄνομά Σου, καὶ μὴ παρίδῃς τὸν λαόν Σου καὶ μὴ ἀποστήσῃς ἀφ’ ἡμῶν τὴν χάριν Σου καὶ τοὺς οἰκτιρμούς Σου, Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, καὶ διὰ τὰ σπλάγχνα τοῦ Μονογενοῦς Σου Υἱοῦ, καὶ διὰ τὸ ἔλεος τοῦ ἁγίου Πνεύματος, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν.

Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός Σου. Πρόσδεξαι τὴν ἐξομολόγησιν ἡμῶν τῶν ἁμαρτωλῶν, διὰ τὸ τίμιον καὶ ἅγιον Αἷμα τοῦ Υἱοῦ Σου, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεε. Διὰ τοὺς ἁγίους Αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, καὶ Ὁσίους καὶ Ὁμολογητάς, οἵτινες ἠγωνίσαντο ὑπὲρ τοῦ ὀνόματος Αὐτοῦ τὸ ἴδιον αἷμα ἐκχέαι. Διὰ τοὺς κεκοιμημένους καὶ θυσιασθέντας μακαριστοὺς ἡμῶν, προγόνους Χριστιανούς, προπάτορας, πάππους, πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφάς, οἵτινες κατηγωνίσαντο ὑπὲρ τῆς πίστεως, ὑπὲρ τῆς Πατρίδος ἡμῶν καὶ ὑπὲρ τῶν ὁσίων καὶ ἱερῶν.

Καὶ νῦν Δέσποτα, ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά Σου τὸ ἅγιον, καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν καὶ τῶν ἀδικούντων τὴν πατρίδα καὶ τὸν λαὸν ἡμῶν, ἐκ τῶν μεθοδειῶν καὶ μηχανημάτων καὶ παγίδων καὶ πονηρῶν ἐπιθυμιῶν τῶν ἰσχυρῶν Κρατῶν κατὰ τῆς πατρίδος ἡμῶν. Καὶ μὴ ἀποστήσῃς ἀφ’ ἡμῶν τὴν Σὴν κραταιὰν βοήθειαν ὑπὲρ τῶν δικαίων τοῦ Ἑλληνικοῦ λαοῦ καὶ τῆς κατισχύσεως τῆς δικαιοσύνης εἰς τὰς διαφοράς μας μετὰ τῶν συμμάχων λαῶν.

Ἐνώπιον τῆς μεγαλωσύνης Σου καὶ τῆς πανγνωσίας Σου, Κύριε ὁ Θεὸς ἡμῶν, ὁμολογοῦμεν ὅτι ἐσφάλαμεν ὡς Κράτος καὶ ὡς λαὸς κατὰ τὴν διαχείρισιν τῶν ἐμπιστευθεισῶν ἡμῖν οἰκονομικῶν καὶ χρηματικῶν εὐεργεσιῶν, ὅτι ᾐχμαλωτίσθημεν εἰς τὸν πειρασμὸν τῶν ὑλικῶν ἀπολαύσεων, τοῦ εὐκόλου πλουτισμοῦ καὶ τοῦ ψυχοφθόρου εὐδαιμονισμοῦ καὶ οὕτως ἐξετέθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἀλλ’ ἐπὶ γῆς, Κύριε, οὐδεὶς τέλειος καὶ οὐδεὶς ἀναμάρτητος.

Διὸ προσευχόμενοι νῦν ἐνώπιόν Σου, Κύριε, ἐκζητοῦμεν τὸ ἔλεός Σου, καὶ παρακαλοῦμεν, ὅπως στηρίξῃς πάντας ἡμᾶς, τούς τε κυβερνῶντας καὶ τὸν δεινῶς δοκιμαζόμενον λαόν, ὥστε νὰ φανῶμεν ἄξιοι τῶν ἁγίων καὶ ἡρωϊκῶν ἡμῶν προγόνων, κρατοῦντες τὴν ἐθνικὴν καὶ κοινωνικὴν ἑνότητα ἡμῶν ἀῤῥαγῆ, καὶ ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, ἀξιωθείημεν τῆς εὐλογίας καὶ τῶν δωρεῶν τῆς Σῆς μεγαλειότητος καὶ ἀγαθωσύνης.

Παναγία Τριάς, Πάτερ, Λόγε, Πνεῦμα, ἐπίβλεψον ἐφ’ ἡμᾶς, στήριξον τὸν λαόν Σου, φώτισον
Keywords
Τυχαία Θέματα