Ἐκ τῆς εὐχῆς εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν - Ἁγίου Γρηγορίου τοῦ Θεολόγου

08:34 25/1/2023 - Πηγή: NewsNow
Άγιος Γρηγόριος ο Θεολόγος.  Ιερά Μονή Παναγίας του ΆρακαὉ Θεὸς ὁ Θεός μου, ὃν τὰ Χερουβεὶμ καὶ πᾶσαι αἱ ἄβυσσοι τρέμουσι, τὸ τῆς ἀγαθότητος ἀνεξιχνίαστον πέλαγος, ὁ ἀεὶ ὑπακούων τῶν ἐν συντετριμμένῃ καρδία ἐπικαλουμένων σε, ὁ τὴν νύκτα ποιήσας πρὸς ἀνάπαυσιν καὶ σωτηρίαν τοῦ σοῦ πλάσματος, ὁ καταξιώσας με τὸν ταλαίπωρον τῆς ἡμέρας φθάσαι τὸ τέλος, ὁ εἰπών· «πρὶν ἢ ἐπικαλέσῃς με, πάρειμι καὶ ἔτι λαλοῦντός σου», ἐλθὲ καὶ νῦν, Δέσποτα, μέχρις ἡμῶν τῆ ἀοράτῳ σου παρουσίᾳ, ἐκ τῶν πατρικῶν κόλπων τοῦ σοῦ Γεννήτορος, ὅθεν οὑκ ἐχωρίσθης ποτέ, καὶ κλῖνον τὸ οὖς σου πρὸς τὴν ἡμετέραν ἀσθένειαν· Κύριε ὁ Θεός, ὁ ὑπερβλύζων ἔλεος καὶ χρηστότητα, ὁ ἀεί με προσκαλούμενος, τὸν ἀεί σε ἀποστρεφόμενον καὶ παρὰ σοῦ εὐεργετούμενον, ἐξαπόστειλον ἐν ἐμοὶ τῷ ἀθλίῳ κατάνυξιν, καὶ δεῖξον, ὥς ποτε τὴν ἐν ἐρήμῳ πέτραν, τὴν λιθώδη καὶ πεπωρωμένην μου καρδίαν δακρύων φέρειν πηγάς.
Keywords
Τυχαία Θέματα