Χαῖρε Νύμφη ἀνύμφευτε

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμω• ὁ κλίνας ἐν καταβάσει τοὺς οὐρανούς, χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοι• Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι• Χαῖρε Νύμφη ἀνύμφευτε.
Τυχαία Θέματα